Περὶ ἄρου. Ἔστι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπλησίως ἐσθιομένη τῇ τῆς γογγυλίδος, ἐν χώραις δέ τισι φύεται δριμυτέρα πως, ὡς ἐγγὺς εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆς ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψησιν εἰς ἕτερον ἐμβάλλειν θερμόν, ὡς ἐπὶ κράμβης τε καὶ φακῆς εἴρηται. κατὰ δὲ Κυρήνην ἔμπαλιν ἔχει τὸ φυτὸν ὡς πρὸς τὴν παρ’ ἡμῖν χώραν. ἥκιστα γάρ ἐστι φαρμακῶδες καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοις τοῖς τόποις, ὡς καὶ τῶν γογγυλίδων εἶναι χρησιμώτερον… ἐσθίεται δὲ δι’ ὕδατος ἑψηθεῖσα μετὰ νάπυος ἢ μετ’ ὄξους σὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ σκευαζομένων
Ευστάθιος Θεσσαλονίκης, Σχόλια στην Ομήρου Ιλιάδα, τόμ. 3, σελ. 685.1-3ἐκεῖνος γὰρ (= ο Αθήναιος) κωδύαν φησὶ τὴν τοῦ κιβωρίου, ὅ ἐστι κολοκασίου, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, ἧς, φησί, τὸ ἄνθος διπλάσιον ἢ μήκωνος, ταὐτὸν δ’ εἰπεῖν, τῆς ἐνταῦθα κωδείας
Διοσκουρίδης Πεδάνιος ή Ψευδο-Διοσκορίδης, Περί ύλης ιατρικής, Βιβλίον 2, κεφ. 106, σελ. 180.8-17ὁ δὲ Αἰγύπτιος κύαμος, ὃν ἔνιοι Ποντικὸν καλοῦσι, πλεῖστος ἐν Αἰγύπτῳ γεννᾶται, καὶ ἐν Ἀσίᾳ δὲ καὶ ἐν Κιλικίᾳ… καλεῖται δὲ κιβώριον ἢ κιβώτιον … ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολοκάσιον καλουμένη
Οριβάσιος, Ιατρικαί Συναγωγαί, Βιβλίον 11, 64, τόμ. 2, σελ. 91.1-6Ἄρον τὸ καλούμενον λοῦφας παρὰ Σύροις φύλλα ἀνίησι τοῖς τοῦ δρακοντίου ὅμοια, μικρότερα δὲ καὶ ἀσπίλωτα· καυλὸν σπιθαμιαῖον, ὑπόκιρρον, ὑπεροειδῆ, ἐφ’ οὗ ὁ καρπὸς κροκίζων·ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἕψεται ἐσθιομένη, ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν καὶ καθ’ ἑαυτὰ ξηραινόμενα ἑψόμενα ἐσθίεται
Αθήναιος, Δειπνοσοφισταί, Βιβλίον 3, κεφ. 1-2, σελ. 169.19-171.4Κιβώρια. Νίκανδρος ἐν Γεωργικοῖς σπείρειας κυάμων Αἰγύπτιον … ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ’ Ἀλεξανδρέων κολοκάσια καλούμενα… Θεόφραστος δ’ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει ‘ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ’ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δʹ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ· διαφύσεις δ’ ἔνδοθεν ἔχει δι’ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ’ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος· χρῶμα δ’ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα· ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται…’. Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ‘ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομός τέ ἐστι καὶ τρόφιμος...’. γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δ’ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν…
Αέτιος, Βιβλία ιατρικά, Βιβλίον 1, κεφ. 210, σελ. 91.13-15Κολοκάσιον ἢ μανζιζάνιον. Παραπλησία ταύτης τῆς ῥίζης ἐστὶν ἡ δύναμις ταῖς γογγυλίδαις καὶ κρομύοις, γλίσχρον δὲ αὐτῆς τὸ σῶμά ἐστιν, ὅθεν καὶ ῥυπτικῆς μετέχει δυνάμεως καὶ εὐκοίλιόν ἐστιν
Φώτιος, Επιστολές, αρ. 318.2-17, σελ. 125Τὸ μὲν φυτόν, ἱερώτατον τέκνον καὶ ἀδελφέ, κιβώτιον ἢ κιβώριον … ὁ δὲ τούτου καρπός, οὐκ ἐν πάσαις χώραις γινόμενος, Αἰγύπτιος ὀνομάζεται κύαμος· τοῦτον δὲ Ποντικὸν ἕτεροι κύαμον καλοῦσιν, πρὸς πάντα μὲν χρησιμεύοντα, μάλιστα δὲ ὀδόντων συντηρήσεως καὶ ὑγείας ἄριστον φάρμακον τῇ πείρᾳ κριθέντα ἡ δὲ ῥίζα, ἣν καὶ ἡ σὴ ἀπέστειλεν ἡμῖν ὁσιότης, κολοκάσιον παρ’ αὐτοῖς ἔσχε τὴν κλῆσιν. ἄμεινον οὖν τῆς τοιαύτης τοὺς ἀνθρώπους ἀπέχεσθαι βρώσεως σιτοδείας μάλιστα μὴ βιαζομένης·γλίσχρα τε γὰρ καὶ κακόχυμος καὶ δύσπεπτος, καὶ τυπικῷ φάναι τῷ λόγῳ, τῶν ῥιζῶν αἳ τοὺς καλάμους φύουσιν οὐ πολὺ βελτίονα τροφὴν τῷ ἀνθρωπίνῳ σώματι παρεχομένη. ὠμὴ μὲν οὖν εἰ βρώσιμος οὐκ ἄν τις ἀμφισβητήσειεν, ὥσπερ οὐδὲ περὶ τῶν ῥιζῶν αἳ φύουσι τοὺς καλάμους· ἑφθὴ δ’ ἂν βρωθείη, ἢ πεπέρεως καὶ γάρου καὶ ἐλαίου ἐμβαλλομένου, δι’ ὧν τὸ γλίσχρον καὶ κολλῶδες τὸν δυνατὸν ἂν ἀποσκευασθείη τρόπον, ἢ καὶ ταγήνῳ μετὰ τὴν ἕψησιν καὶ τὴν εἰρημένην ἄρτυσιν τῶν ἑφθῶν ῥιζῶν παραδιδομένων καὶ τούτοις δὲ σπανιάκις χρηστέον
G. Jeffery, Cyprus under an English King in the Twelfth Century. The adventures of Richard I. and the crowning of his queen in the island, London 1926 και ανατ. 1973
Κουκουλές 1952 / 101Φ. Κουκουλές, Βυζαντινῶν Βίος καὶ πολιτισμός, τόμος 5, Αθήνα 1952.
Dalby 2003 / 28-29, 128, 199-200, 322A. Dalby, Food in the Ancient World from A to Z, London – New York 2003
Grocock και Grainger 2006 / 338C. Grocock, S. Grainger, Apicius. A Critical Edition with an Introduction and an Engish Translation of the Latin Recipe Text Apicius, Totnes 2006
Grimaldi κ. ά. 2018 / 1-23Ilaria Maria Grimaldi, Sureshkumar Muthukumaran, Giulia Tozzi, Antonino Nastasi, Nicole Boivin, Peter J. Matthews, Tinde van Andel, “Literary evidence for taro in the ancient Mediterranean: A chronology of names and uses in a multilingual world”, PLOS ONE | https://doi.org/10.1371/journal.pone.0198333, June 5, 2018, 1-23 .